Ancient Greek
P.Petr. 3 6 b
Documentary Papyri, P.Petr. 4
Not analysed yet
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν ἔτους ι, ἐφʼ ἱερέως Ἀπολλωνίδου τοῦ Μοσχίωνος τὸ β ἔτος Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Μενεκρατείας τῆς Φιλάμμονος τὸ β ἔτος, μηνὸς …,ἐν Κροκοδίλων πόλει τοῦ Ἀρσινοίτου νομοῦ, τάδε διέθετο νοῶν καὶ φρονῶν ……τῆς ἐπιγονῆς ὡς ἐτῶν μ μελίχρους κα… …παχύρριν οὐλὴ …εἴη μέν μοι ὑγιαίνοντι τὰ ἐμαυτοῦ διοικεῖν. ἐὰν δέ τι ἀνθρώπινον πάθω, καταλείπω τὰ ὑπάρχοντά μοι πάντα καὶ ὅσα ἂν ἐπικτήσωμαι Ἐτεάνδραι …τῆι ἐμαυτοῦ γυναικὶ καὶ τοῖς ὑπάρχουσί μοι τέκνοις …Φειδίππωι καὶ Δημητρίωι καὶ Ἀμ… τοῖς γεγενημένοις ἐξ ἐμοῦ καὶ Ἐτεάνδρας. ἐὰν δέ τι Ἐτεάνδρα ἀνθρώπινον πάθηι …μὴ ἔστω αὐ… …ν διαθήκην …ἄλλωι δὲ οὐθενὶ οὐθὲν καταλείπω. ἐπιτρόπους δὲ αἱροῦμαι βασιλέα Πτολεμαῖον …