Ancient Greek
1.1.44 to 1.1.98
Documentary Papyri, P.Petra 1 1.1.44-98
Not analysed yet
ὁμοίως δὲ καὶ τοῦτο αὐτοῖς συνέδοξεν ἐπει…γραμμα… ἔσχεν ὁ μακαριώτατος Ὀβοδιανὸς πατὴρ τοῦ εἰρημένου εὐδοκιμωτάτου Θεοδώρου …οφιλο… Κυρίκου γενομένη… νομισμάτων, ἐφʼ ᾧ …του ἢ μέρους αὐτοῦ …τὸ ἀπαιτούμενον μέρος …ἀπαιτηθῇ ἐξ αὐτοῦ …ενα αὐτ… ελεύσεως …επρα… ἑκόντος …μεθ…ματ… ἢ βλάβην ὑπο… ζημίας μέρος ἥμισυ δ…οτως δʼ ἐδόχθη καὶ συν… μεταξὺ αὐτῶν. ἔτι δὲ καὶ τοῦτο συνέδοξεν αὐτοῖς ἀμφοτέροις ὡς εἰ συμβῇ Παλλαδίαν τὴν εὐλαβεστάτην μητέρα μὲν τοῦ εἰρημένου Πατροφίλου, μάμμην δὲ τῶν εἰρημένων Στεφανοῦς καὶ Θεοδώρου περιο… ἀδιατυποῦσαν παρα… …ης δωρεᾶς ηκε…ευρον…της… μηδένα αὐτῶν μηδεμίαν με…ον τοιουτ… …ετερο… καὶ …ε… κληρονόμων ἢ διαδόχων ἢ διακατόχων …τον καὶ ἀνίσχυρον εἶναι μεταξὺ αὐτῶν ἢ τῶν κληρονόμων …τὸν εἰρημένον εὐδοκίμως χη… τῆς δούλης Γανυ… ἔτι δὲ καὶ συνέδοξεν ὡς εἰ φανείη ὁ εὐδοκιμώτατος Πατρόφιλος …νγρα… τοῦ μακαριωτάτου Βάσσου αὐτοῦ πατρὸς …τον γενα… …τὸν εὐδοκιμώτατον Θεόδωρον …καὶ πρὸς τὸ ταῦτα κύρια καὶ βέβαια καὶ ἀμετάτρεπτα εἶναι ἐπωμόσαντο ἀμφότεροι τὸν θεῖον καὶ φρικωδέστατον ὅρκον θεϊκὴν Ἁγίαν Τριάδα καὶ βασιλικὴν σωτηρίαν τοῦ δεσπότου ἡμῶν καὶ πάσης τῆς οἰκουμένης Φλαουίου Ἰουστινιανοῦ αἰωνίου Αὐγούστου ὑποθέμενοι ἀλλήλοις ἐπὶ τούτοις …πάντα αὐτῶν τὰ ὑπάρχοντα καὶ ὑπάρξοντα πράγματα καὶ τῶν κληρονόμων αὐτῶν καὶ διαδόχων, πίστεως ἀγαθῆς ἐφʼ ἅπασιν τοῖς προγεγραμμένοις ἐπηρωτημένης καὶ ὡμολογημένης. καὶ ἐγένετο τῆσδε τῆς ἐγγράφου ἀσφαλείας ἰσότυπα δύο ,ἑκατέρῳ μέρει ἕν ,ἅπερ ὑπογραφόμενα κύρια ἔσται καὶ βέβαια πανταχοῦ προφερόμενα. Φλάουιος Πατρόφιλος Βάσσου ὁ προγεγραμμένος πεποίημαι τήνδε τὴν ἔγγραφον ἀσφάλειαν πρὸς τὸν εὐδοκιμώτατον Θεόδωρον Ὀβοδιανοῦ διʼ ἧς ὁμολογῶ πληροῦν πάντα τὰ προγεγραμμένα κατὰ τὴν προδιηγηθεῖσαν πᾶσαν δύναμιν καὶ ἐμμένω πᾶσιν καὶ ἐπωμοσάμην καὶ ὑπεθέμην καθὼς πρόκειται καὶ αἰτηθεὶς ὡμολόγησα ἕκαστα ἀκολούθως …ὑπογράψας χειρὶ ἐμῇ ἀπέλυσα. Φλάουιος Θεόδωρος Ὀβοδιανοῦ ὁ προγεγραμμένος πεποίημαι τήνδε τὴν ἔγγραφον ἀσφάλειαν παρόντος μοι καὶ συντιθεμένου Εὐσταθίου Θέωνος τοῦ …πρὸς τὸν εὐδοκιμώτατον Πατρόφιλον Βάσσου …κατὰ τὴν προδιηγηθεῖσαν πᾶσαν δύναμιν καὶ ἐμμένω πᾶσιν τούτοις καὶ ἐπωμοσάμην καὶ ὑπεθέμην καθὼς ……καὶ ἐπερωτηθεὶς ὡμολόγησα ἕκαστα ἀκολούθως καὶ ἀναγνοὺς τὸ ὕφος ὑπογραψας χειρὶ ἐμῇ ἀπέλυσα. Φλάουιος Εὐστάθιος Θέωνος κουράτωρ τοῦ εὐδοκιμωτάτου Θεοδώρου Ὀβοδιανοῦ παρὼν συντιθέμενος πᾶσιν τοῖς προγεγραμμένοις …ὑπέγραψα χειρὶ ἐμῇ.