Ancient Greek
P.Petra 1 10
Documentary Papyri, P.Petra 1 10
Not analysed yet
ἔδωκεν ὁ εὐδοκιμώτατος Πατρόφιλος Βάσσου λόγῳ συντελειῶν αὐτοῦ ἐνάτης δεκάτης, ἑνδεκάτης τῶν ἰνδικτιώνων ἐτῶν τριῶν κατʼ ἔτος ἰουγέρων ἐννέα ,τετάρτου, ὀγδόου, ἐκ Πετρῶν καὶ ἐξ Αὐγουστοπόλεως ι τὸ ἥμισυ, τρίτον, δέκατον, ἑκατοστὸν ἑβδομηκοστὸν πέμπτον, πάντα τὰ ἀπαιτηθέντα καὶ ἐπικλασθέντα ἔν τε γενήμασι καὶ οἰνοκρέοις καὶ πλ εἴδεσιν …τῆς τεταρτομοιρίας τῆς φιλοτιμηθείσης παρὰ τῶν θειοτάτων καὶ εὐσεβεστάτων ἡμῶν δεσποτῶν. ἐγράφη μηνὶ Λῴῳ τοῦ ἔτους υογ ἰνδικτίωνος ἑνδεκάτης. Φλάουιος Οὐάλης Ἀλφείου ἀπέσχον εἰς τοὺς κατὰ καιρὸν ὑποδέκτας ἀκολούθως …σοῦ τοῦ εὐδοκιμωτάτου Πατροφίλου τὰ διὰ σοῦ …ἰουγατίωνος …κ…ν…διων τίτλων …κ… μέχρι συνπληρώσεως τῆς παρούσης ἑνδεκάτης ἰνδικτίωνος. ὁμολογῶ μηδένα λόγον με ἔχειν πρὸς σὲ καὶ ἰδίῳ μου κινδύνῳ …διαδόχω… καὶ κληρονόμοις σοι… καὶ ἀμεθοδεύτητον περιποιεῖν ἐκ τῶν δ… δημοσίων ἀπαίτησιν ἐν κ…χερ…ε… τῶν διὰ σοῦ κεχρεωστημένων παντοίων δα… ὡς εἴρηται μέχρις τῆς παρούσης ἑνδεκάτης ἰνδικτίωνος …με, πρὸς γὰρ ἀσφάλειανὑμετέραν …ὁλόγραφον ἐμῇ χειρί.