Ancient Greek
P.Petra 1 6
Documentary Papyri, P.Petra 1 6
Not analysed yet
γνῶσις ὧν ἀπώλεσα ἐγώ Ἐπιφάνιος καὶ ὑπονοῶ τὸν εὐλαβέστατον Ἱέριον Πατροφίλου τὸ κλειδίον τὸ μέγα τοῦ ὑπερῴου, δύο κυπαρίσσια ἀπὸ τοῦ δώματος διωρόφου, ὄρνιθας ἕξ ,τράπεζαν. ὅτε ἐκένωσεν τὸν οἶκον αὐτοῦ ἔδωκα αὐτῷ δύο δωμάτια ἵνα εἰσελάσῃ εἰς αὐτὰ καὶ οὐκ ἀνέδωκεν μοι αὐτά. Ἐπιφάνιος Δαμιανοῦ πρεσβύτερος ἐδεξάμην τὸν ὅρκον παρὰ αὐτοῦ εὐλαβεστάτου Ἱερίου.