Ancient Greek
29.r.146 to 29.r.206
Documentary Papyri, P.Petra 3 29.r.146-206
Not analysed yet
…τῶνδε τῶν ἐγγράφων ἀνθομολόγων …κύρια καὶ βέβαια καὶ ἰσχυρὰ καὶ ἀσάλευτα ἡγοῦνται καὶ ἡγήσονται τὰ παρόντα ἀνθομόλογα οἱ αὐτοὶ Θεόδωρος θεοφιλέστατος καὶ Πατρόφιλος εὐδοκιμώτατος καὶ οὐκ ἀνατρέπουσιν τ… …ε…ρ… αὐτοὶ ἢ κληρόνομοι ἢ διάδοχοι ἤ τις ἄλλος κυρίως ὑπὲρ αὐτῶν πράττων …παραγγελίας ἢ δημοσι… …η… ἢ θείων βέρβων ἢ θείας ἀδνωτατίωνος ἢ σάκρας ἢ διὰ θείου ὑπομνηστικοῦ ἢ θείου πραγματικοῦ τύπου ἢ μεγίστης προστάξεως ἢ ἑτέρας οἱασδήποτε δίκης …μολογη… …παρ’ αὐτῶν ἐπα… …συνόδῳ οὐ κατὰ ἄλλον …τρόπον ἢ χρόνον ἢ νόμον ἢ λόγον …μ… ἀνθομολόγων ἢ …τῶν αὐτῶν συμφερομένων ἐπινοηθῆναι δυναμένων. ἐπὶ τούτῳ ὁ μὲν θεοφιλέστατος Θεόδωρος πιστωσάμενος δέδωκεν κατὰ τὸ προσὸν αὐτῷ πρόσχημα ἀκολούθως τοῖς …ε…θείοις κανόσιν …εὐδοκιμωτάτῳ Πατροφίλῳ τὸν ὅρκον ἐπομοσάμενος τὴν Ἁγίαν Τριάδα καὶ σωτηρίαν καὶ νίκην καὶ διαμονὴν τῶν εὐσεβεστάτων καὶ θεοφυλάκτων ἡμῶν δεσποτῶν …πρὸς μείζονα ἀσφάλειαν τῶνδε τῶν ἀνθομολόγων συνέθεντο καὶ προσωμολόγησαν οἱ αὐτοὶ Θεόδωρος θεοφιλέστατος καὶ Πατρόφιλος εὐδοκιμώτατος ἐκ συμφώνου καὶ ἐπερωτήσεως, ὡς εἰ πειραθείη τις αὐτῶν ἢ κληρόνομοι αὐτοῦ διάδοχοι ἢ ἄλλος οἱοσδήποτε …ν ἀνατρέψαι ἢ παρασαλεῦσαι …ετοις ἐγκειμένων …τῷ ἄλλῳ μέρει ἐμμένοντι καὶ στέργοντι προστίμου λόγῳ καὶ ὑπὲρ αὐτοῦ μόνου τοῦ ἐγχειρήματος χρυσοῦ νομίσματα τριάκοντα ἓξ πρὸ δίκης καὶ τῆς εἰς οἱονδήποτε δικαστήριον εἰσόδου, πρὸς τῷ καὶ μετὰ τὴν τοῦ προστίμου καταβολὴν ὑπὸ …υν ἀνατροπὴν …τῶν νόμων καὶ τῶν θείων κανόνων …ἐπιτιμίων κατὰ τῶν τὰς ἐνωμότους αὐτῶν ἐγγράφως ὁμολογίας παραβῆναι ἐπιχειρούντων, ἐρρῶσθαι δὲ οὐδὲν ἧττον τὰ παρόντα ἀνθομόλογα κατὰ μηδένα τρόπον ἢ χρόνον ἢ τόπον ἢ λόγον …ε…κομενα τὸ σύνολον …καὶ πᾶσιν τοῖς προγεγραμμένοις ὑποθέμενοι ἀλλήλοις ε…κ…ς πάντα αὐτῶν τὰ ὑπάρχοντα καὶ ὑπάρξοντα πράγματα ἐν παντὶ εἴδει καὶ γένει κινητὰ ἀκίνητα καὶ αὐτοκίνητα κρατούμενα καὶ ἐνεχόμενα πλήρει τύπῳ τῷ περὶ ὑποθηκῶν καὶ ἐνεχύρων δικαίου καὶ τὰ προγεγραμμένα πάντα …ησειν καὶ κύρια εἶναι καὶ βέβαια …λ… καὶ ἐπὶ κληρονόμοις διαδόχοις αὐτῶν ἀμφοτέρων καὶ εἰς ἕκαστα τῶν προγεγραμμένων ἐπερωτηθέντες ὑπ’ ἀλλήλων ὡμολόγησαν ἀλλήλους πάντα καθὼς προγέγραπται …ε…ε…εν τῶνδε τῶν ἀνθομολόγων …κοστο ἐνεκομίσατο …πάντα τὰ προειρημένα κύρια ἔσται καὶ βέβαια …ν πανταχοῦ προφερόμενα τῆς ἀγαθῆς πίστεως ἐφ’ ἅπασιν τοῖς προγεγραμμένοις …ἑκατέρων τῶν μερῶν ἐπηρωτημένης καὶ ὡμολογημένης. συμπαρὼν δὲ καὶ ὁ εὐλαβέστατος Ἱέριος υἱὸς τοῦ συνεξομολογουμένου εὐδοκιμωτάτου Πατροφίλου συνέθετο καθυπογράψας τοῖσδε τοῖς