Ancient Greek
29.r.250 to 29.r.288
Documentary Papyri, P.Petra 3 29.r.250-288
Not analysed yet
…ς αὐτῷ περιεχόμενα συνέγραψα χειρὶ ἐμῇ. Φλάουιος Πατρόφιλος Βάσσου ὁ προγεγραμμένος πεποίημαι τάδε τὰ ἔγγραφα ἀνθομόλογα κατὰ τὴν ἐγκειμένην αὐτοῖς πᾶσαν δύναμιν πρὸς τὸν θεοφιλέστατον Θεόδωρον Ὀβοδιανοῦ ἐμὸν ἐξάδελφον καὶ γαμβρὸν …ἀλήθειαν ὡς κ…κ…ε… …ἀπεσχηκέναι πάντα τὰ προγεγραμμένα ἐξ ἐμοῦ παρὰ σοὶ παρατεθέντα ἐν χρυσῷ καὶ ἀπὸ διαφόρων κεφαλαίων καὶ εἰδῶν παρὰ σοὶ εἰσοδιασθέντα, ἀπειληφέναι δὲ παρὰ σοῦ καὶ τὰ παρὰ σοὶ ἐξ ἐμοῦ ἐνέχυρα, τοῦ εἰρημένου εὐλαβεστάτου Ἱερίου ἐμοῦ υἱοῦ ἀπολαβόντος τὰ αὐτὰ καὶ ὁμολογῶ σοι μηδένα λόγον μηδὲ ἀγωγὴν μήτε ζήτησιν μήτε δίκην ἢ διαδικασίαν ἔχειν ἢ ἕξειν μὴ κινεῖν ἢ κινήσειν μέ ποτε μὴ κληρονόμους μου διαδόχους ἢ τὸν εἰρημένον εὐλαβέστατον Ἱέριον ἐμοῦ υἱὸν μή τινα ὀνόματί μου κυρίως πράττοντα καθ’ οἱονδήποτε τρόπον πρὸς σὲ ἢ τοὺς κληρονόμους σου διαδόχους οὐ πρὸς τὰ σὰ πράγματα περὶ τῶν προγεγραμμένων παρατεθέντων σοι καὶ παρὰ σοὶ εἰσοδιασθέντων ἢ μέρους αὐτῶν, μὴ περὶ ἀποκαταστάσεως ἐνεχύρων ἢ μέρους αὐτῶν δ… …πεπληρῶσθαι παρὰ σοῦ, μὴ περὶ ἑτέρου οἱουδήποτε πράγματος κινητοῦ ἀκινήτου καὶ αὐτοκινήτου τίκτειν ἀγωγὴν κατὰ νόμους δυναμένου ἀπὸ τῶν ἄνωθεν χρόνων μέχρι τοῦ παρόντος καθ’ οἱονδήποτε τρόπον, καὶ ἐμμένειν πᾶσιν …φερόμε… καὶ …γειν δια ……κύρια καὶ ἀσάλευτα καὶ βέβαια ἡγεῖσθαι καὶ εἰς ἀεὶ ἡγήσασθαι …καθ’ οἱονδήποτε τρόπον, καὶ ἐπὶ πᾶσιν τούτοις ἐπωμοσάμην τὸν θεῖον καὶ σεβάσμιον ὅρκον καὶ ὥρισα τὸ προγεγραμμένον πρόστιμον χρυσοῦ νομισμάτων τριάκοντα ἕξ. ὑπεθέμην σοὶ πάντα μου τὰ πράγματα καὶ ἐπερωτηθεὶς ὡμολόγησά σοι ἕκαστα καθὼς προγέγραπται ἀκολούθως …περιεχόμενα συνέγραψα χειρὶ ἐμῇ. Ἱέριος Πατροφίλου ὁ προγεγραμμένος συντίθημι καὶ συναινῶ τούτοις τοῖς ἀνθομολόγοις γενομένοις μεταξὺ τοῦ θεοφιλεστάτου Θεοδώρου Ὀβοδιανοῦ καὶ τοῦ εὐδοκιμωτάτου Πατροφίλου Βάσσου ἐμοῦ πατρὸς καὶ ὁμολογῶ ταῦτα κύρια καὶ βέβαια καὶ ἀσάλευτα ἡγεῖσθαι καὶ εἰς ἀεὶ ἡγήσασθαι μετὰ πάντων τῶν αὐτοῖς περιεχομένων καὶ συναπειληφέναι παρὰ σοῦ τὰ προγεγραμμένα παρὰ σοὶ ἐξ ἐμοῦ πατρὸς ἐνέχυρα καὶ μηδένα λόγον μηδὲ ζήτησιν μηδὲ ἀγωγὴν μηδὲ δίκην ἔχειν ἢ ἕξειν μὴ κινεῖν μὴ κινήσειν ἐμέ ποτε μὴ κληρονόμους μοῦ διαδόχους μή τινα ὀνόματί μου κυρίως πράττοντα πρὸς σὲ μὴ πρὸς κληρονόμους σου διαδόχους μὴ πρὸς τὰ σὰ πράγματα περὶ τῶν αὐτῶν ἐνεχύρων μὴ περὶ ἑτέρου οἱουδήποτε πράγματος ἁρμόττοντός μοι ἢ καὶ ἁρμόσαι δυναμένου καθ’ οἱονδήποτε τρόπον, καὶ ἐπερωτηθεὶς παρὰ σοῦ ὡμολόγησα ἕκαστα ὡς προγέγραπται ἀκολούθως καὶ ὑπογράφω ἰδίᾳ