Ancient Greek
39.r.498 to 39.Cab.14
Documentary Papyri, P.Petra 4 39.r.498-39.Cab.14
Not analysed yet
Θεόδωρος Ἀλφείου διακὼν ἐτύπωσα ἅμα τῷ εὐδοκιμωτάτῳ Θωμᾷ Βοήθου τὰ προκείμενα κατὰ τὸ φαινόμενον ἡμῖν δίκαιον ἀκολούθως ὑπογράψας χειρὶ ἐμῇ. Φλάουιος Θωμᾶς Βοήθου πρίωρ ἐτύπωσα τὰ προκείμενα ἅμα τῷ εὐλαβεστάτῳ Θεοδώρῳ Ἀλφείου ἀρχιδιακόνου κατὰ τὸ φαινόμενον γενόμενον ἡμῖν δίκαιον ἀκολούθως ὑπογράψας χειρὶ ἐμῇ. vac. Θεόδωρος Ὀβοδιανοῦ ἀρχιδιάκονος ἐδεξάμην τὸν θεῖον ὅρον καὶ συντιθέμενος τοῖς δι’ αὐτοῦ ἐπιορκίᾳ γεγραμμένοις ἐμμενῶ καὶ ποιήσω καὶ πληρώσω καὶ ἐπὶ τῇ ἀπαλλαγῇ ἀνθομολογῶ ἐκ Θεοδώρου Ἀλφείου· εἰ δὲ ἐναντιωθῶ καὶ παραιτήσομαι τοῦτο ποιῆσαι, ὁμολογῶ ὑποκεῖσθαι τῷ προστίμῳ τοῦ νομίσματος ἑνὸς ἡμίσεως παρὰ κεράτια τέσσαρα τοῦ μεταξὺ μοῦ καὶ σοῦ τοῦ θεοφιλεστάτου Στεφάνου Λεοντίου ὁρισθέντι ἐπὶ τῇ μεσιτείᾳ τοῦ θεοφιλεστάτου Ἱερίου Θωμάλλου πρεσβυτέρου ἀκολούθως τοῖς γενομένοις μεταξὺ ἡμῶν ὑπομνηστικοῖς ἐπὶ τοῖς τεθεῖσιν παρ’ αὐτῷ ἐνεχύροις καὶ ὑπέγραψα χειρὶ ἐμῇ. Στέφανος Λεοντίου διάκονος ἐδεξάμην τὸν θεῖον ὅρον καὶ συντιθέμενος τοῖς δι’ αὐτοῦ γεγραμμένοις καὶ ἐμμενῶ καὶ ποιήσω καὶ πληρώσω καὶ ἐπὶ τῇ ἀπαλλαγῇ ἀνθομολογῶ ἐκ Θωμᾶ· εἰ δὲ ἐναντιωθῶ καὶ παραιτήσομαι τοῦτο ποιῆσαι, ὁμολογῶ ὑποκεῖσθαι τῷ προστίμῳ τοῦ νομίσματος ἑνὸς παρὰ κεράτια τέσσαρα τῷ μεταξὺ μοῦ καὶ σοῦ τοῦ θεοφιλεστάτου Θεοδώρου Ὀβοδιανοῦ ὁρισθέντι ἐπὶ τῇ μεσιτείᾳ τοῦ θεοφιλεστάτου Ἱερίου Θωμάλλου πρεσβυτέρου ἀκολούθως τοῖς γενομένοις μεταξὺ ἡμῶν ὑπομνηστικοῖς ἐπὶ τοῖς τεθεῖσιν παρ’ αὐτῷ ἐνεχύροις καὶ ὑπέγραψα χειρὶ ἐμῇ. vac. vac. …τωα… …λε ……ο σκ …στου φλε… …ουπ…ρ… …ε… …ξ…ιλη… …ζησμου λ …υ ξε ……νου… …υτ…