Ancient Greek
55.i.1 to 55.ii.27
Documentary Papyri, P.Petra 5 55.i.1-55.ii.27
Not analysed yet
……ε…ιστ… …vac. …ἐγράφη …βασιλείας τοῦ δεσπότου ἡμῶν Φλαουίου Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου αὐτοκράτορος ἔτους η πρὸ δεκαεπτὰ Καλανδῶν Ιουλίων ἔτους τῆς ἐπαρχείας τετρακοσιοστοῦ ἑξηκοστοῦ ὀγδόου μηνὸς Δαισίου εἰκάδι ἕκτη χρόνων ἕκτης ἰνδικτίωνος ἐν Αὐγουστοκολωνίᾳ Ἀντωνιανῇ ἐπισήμῳ καὶ ἐγγενεῖ μητρί κολωνιῶν Ἁδριανῇ Πέτρᾳ μητροπόλει τῆς τρίτης Παλαιστίνης Σαλουταρίας. vac. …sacrosancti seu …olso… Flauius Obodianus Obodiani donationem feci …s… lego. Epiphanius Damiani presbyter et Gymnasius …rii ex primiceriis …suprascripta indictione Caius Iulius Eudaemon …seu …et Cyricus Petri presbyter …seu pro domo Aaron et Theodorus Obodiani …e… presbyter …s. ἰνδ…ερη…ετερας τη…ε…ε…αν …εβαλο… Λεοντίου Ὀβοδιανοῦ …λ… ὁσιωτατ- τοῦ …πρεσβυτερ… …οἰκονόμ… τῆς αὐτῆς κ… Οὐάλης Σαμιαβίωνος …λ…παρ…δου…δη… Ὀβοδιαν… …bod… κηκο…σοι αὐλ…νωτων… δεσποίνης ἡμῶν τῆς ἐνδοξοτάτης θεοτόκου καὶ ἀειπαρθένου Μαρίας. καὶ παρουσίᾳ ἡμῶν εἶπεν οὕτως· ἦ εἰς τὸν δεσπότην καὶ φιλάνθρωπον θεὸν τὸν ἔχοντα ἐξουσίαν ζώντων τε καὶ νεκρῶν ἡγείσθω μοι πρότερον ἐλπίς. ἐπεὶ τοίνυν ὡς ὁρᾶται ἀνάκειμαι καὶ τῇ κελεύσει τοῦ θεοῦ τῶν πάντων οὐδεὶς ἐναντιωθῆναι δῦναται, διὸ τὸ ἀνθρώπινον ἐννοῶν βούλομαι καὶ κελεύω παρουσίᾳ ὑμῶν, εἴγε διὰ ταύτης μου τῆς νόσου τοῦ παρόντος βίου ὑπεξέλθω πάντα τά παρ' ἐμοῦ καταλιμπανόμενα οἱαδήποτε πράγματα διοικεῖσθαι ὑπὸ Κηρυκοῦ Πέτρου τοῦ ὁσιωτάτου πρεσβυτέρου καὶ ἡγουμένου τοῦ ἁγίου ἀρχιιερέως Ἀαρὼν καὶ Θεοδώρου Ὀβοδιανοῦ τοῦ προγεγραμμένου θεοφιλεστάτου ὀρθοῦ καὶ φιλοχρίστου σκοποῦ τυγχανόντων καὶ ἐξ αὑτῶν τρέφεσθαι καὶ ἐνδύεσθαι Θααιοῦν τὴν ἐμὴν μητέρα τὸν πάντα χρόνον τῆς αὐτῆς ζωῆς, μετὰ δὲ θάνατον αὐτῆς τὰ ὑπολιμπανόμενα ἐκ τῶν τοιούτων παρ' ἐμοῦ καταλιμπανομένων οἱωνδήποτε πραγμάτων ἔρχεσθαι τὸ ἥμισυ μέρος εἰς τὸν μνημονευθέντα ἅγιον οἶκον τοῦ δεσπότου ἡμῶν τοῦ ἁγίου ἀρχιιερέως Ἀαρὼν καὶ τὸ ἄλλο ἥμισυ μέρος εἰς τὸν εὐαγέστατον ξενῶνα τοῦ ἁγίου καὶ καλλινίκου μάρτυρος Κηρυκοῦ τὸν διακείμενον ἐν τῇδε τῇ πόλει, ἴνβεντον δὲ γενέσθαι μετὰ τὴν ἐμὴν τελευτὴν πάντων τῶν τοιούτων πραγμάτων, ἐπειδὴ παρέχω …τ… διὰ ἐγγύης Λεοντίου Ὀβοδιανοῦ τοῦ θεοφιλεστάτου πρεσβυτέρου Κηρυκῷ Πέτρου τῷ προειρημένῳ ὁσιωτάτῳ πρεσβυτέρῳ καὶ ἡγουμένῳ νομίσματα δέκα παρὰ κεράτια πέντε ἥμισυ τέταρτον καὶ Οὐάλεντι Σαμιαβίωνος διακόνῳ νομίσματα τρία παρὰ κεράτια πέντε ἥμισυ τέταρτον καὶ Βαθύλλῳ Θεοδώρου διακόνῳ νόμισμα ἓν παρὰ κεράτια πέντε ἥμισυ τέταρτον. γίνονται τοῦ σύμπαντος χρυσίου μου φόλλεις …ε…ε…ε…κ… …βούλονται …λ…ε… παροῦσιν α…ηλίου