Ancient Greek
55.vii.101 to 55.viii.117
Documentary Papyri, P.Petra 5 55.vii.101-55.viii.117
Not analysed yet
καὶ Γέσιος Εὐθηνίου καὶ Γέσιος Ὀβοδιανοῦ πρεσβύτερος …ο…τ…ων… αὐτῆς τῆς παναγίας δεσποίνης ἡμῶν ἐνδοξοτάτης θεοτόκου καὶ ἀειπαρθένου Μαρίας. καὶ παρουσίᾳ ἡμῶν εἶπεν οὕτως· ἦ είς τὸν δεσπότην καὶ φιλάνθρωπον θεὸν τὸν ἔχοντα ἐξουσίαν ζώντων τε καὶ νεκρῶν ἡγείσθω μοι πρότερον ἐλπίς. ἐπεὶ τοίνυν ὡς ὁρᾶται άνάκειμαι καὶ τῇ κελεύσει τοῦ θεοῦ τῶν πάντων οὐδεὶς ἐναντιωθῆναι δύναται, διὸ τὸ άνθρώπινον ἐννοῶν βούλομαι καὶ κελεύω παρουσίᾳ ὑμῶν, εἴγε διὰ ταύτης μου τῆς νόσου τοῦ παρόντος βίου ὑπεξέλθω, πάντα τὰ παρ' ἐμοῦ καταλιμπανόμενα οἱαδήποτε πράγματα διοικεῖσθαι ὑπὸ Κηρυκοῦ Πέτρου τοῦ ὁσιωτάτου πρεσβυτέρου καὶ ἡγουμένου τοῦ ἁγίου ἀρχιιερέως Ἀαρὼν καὶ Θεοδώρου Ὀβοδιανοῦ τοῦ προγεγραμμένου θεοφιλεστάτου ὀρθοῦ καὶ φιλοχρίστου σκοποῦ τυγχανόντων καὶ ἐξ αὐτῶν τρέφεσθαι καὶ ἐνδύεσθαι τὴν ἐμὴν μητέρα Θααιοῦν τὸν πάντα χρόνον τῆς αὐτῆς ζωῆς, μετὰ δὲ θάνατον αὐτῆς τὰ ὑπολιμπαννόμενα ἐκ τῶν τοιούτων παρ' ἐμοῦ καταλιμπαννομένων οἱωνδήποτε πραγμάτων ἔρχεσθαι τὸ ἥμισυ μέρος εἰς τὸν μνημονευθέντα ἅγιον οἶκον τοῦ δεσπότου ἡμῶν τοῦ ἁγίου ἀρχιιερἐως Ἀαρὼν καὶ τὸ ἄλλο ἥμισυ μέρος εἰς τὸν εὐαγέστατον ξενῶνα τοῦ ἁγίου καὶ καλλινίκου μάρτυρος Κηρυκοῦ τὸν διακείμενον ἐν τῇδε τῇ πόλει, ἴμβεντον δὲ γενέσθαι μετὰ τὴν ἐμὴν τελευτὴν πάντων …καὶ …λ…ει…μ…τη…σ…λ…αι… σαρ…ι…. Flauius Obodianus …epis…u…quo…n…p…u…. φερο…τα περιτ…ι…ου…α Κηρυκοῦ το…δια…ο…ι…οφ…του…ιν…. ego …uta… propulso eius …o cui…pn… feci …m…ci condonat au ci …d… παρακαλοῦμεν ἀσφαλείας ἡμῖν γεγενημένης …η…ον ἐπὶ τῶν ἁγίων …τικῶν ἐκδοθῆναι ἡμῖν τὰ πεπραγμένα πρὸς ἀπόδειξιν καὶ …σται…της…ς… ὑπ… καὶ …