Ancient Greek
P.Petra 5 65
Documentary Papyri, P.Petra 5 65
Not analysed yet
…και…ετ…ο…ε…ρ…ν…ον…ατ…πρ… δι’ οὗ ἐπιστέλλω σοι κουφίσαι μὲν τὸ ἐμὸν πρόσωπον καὶ οὐσίαν καὶ ὁμάδα τὴν ὑπὲρ τῆς προγεγραμμένης τοποθεσίας συντέλειαν τοῦτ’ ἔστι ἰουγέρου ἐλευθερικοῦ τὸ ἥμισυ …τοῦτο δὲ βαρῆσαι τὸ πρόσωπον καὶ οὐσίαν καὶ ὁμάδα τοῦ εἰρημένου εὐδοκιμωτάτου Δουσαρίου ἀπὸ τῆς σὺν θεῷ μελλούσης εἰσιέναι ἑβδόμης ἰνδικτίωνος καὶ εἰς τὸν ἑξῆς ἅπαντα χρόνον, καθ’ ἃ καὶ παρὼν αὐτὸς ὁ εὐδοκιμώτατος Δουσάριος συνέθετο καθυπογράψας …πρὸς γὰρ ἀσφάλειαν ὑμετέραν καὶ τοῦ δημοσίου λόγου καὶ ἡμῶν δὲ αὐτῶν τοῦτο τὸ ἐπίσταλμα γεγένηται, ἐν ᾧ καὶ ἐγὼ καθυπέγραψα Φλάουιος Πατρίκιος Αἰλιανοῦ κόμε…λοπ… προγεγραμμένος ἐπέστειλα …τοποθεσίας τὸ προγεγραμμένον ἐλευθερ… …π… ὑπὲρ τῆς προγεγραμμένης τοποθεσίας τὸ προγεγραμμένον ἐλευθερικοῦ ἰουγέρου τὸ ἥμισυ …κουφισθῆναι τὸν λόγον καὶ οὐσίαν καὶ πρόσωπον τοῦ εἰρημένου μεγαλοπρεπεστάτου Πατρικίου Αἰλιανοῦ ἀπὸ τῆς μελλούσης σὺν θεῷ ἑβδόμης ἰνδικτίωνος καὶ εἰς τὸν ἑξῆς ἅπαντα χρόνον, ὡς προγέγραπται ἀκολούθως ὑπογράψας χειρὶ ἐμῇ Φλάουιος Λεόντιος εὐλαβέστατος χαρτοφύλαξ κατεδεξάμην καὶ κουφίσω καὶ βαρήσω ἀπὸ τῆς ἑβδόμης ἰνδικτίωνος καὶ εἰς τὸν ἑξῆς τὸ προγεγραμμένον ἐλευθερι κοῦ ἰουγέρου τὸ ἥμισυ …