Ancient Greek
1.6.146 to 1.6.163
Documentary Papyri, P.Pher. p. 1.6.146-163
Not analysed yet
ἄλλη σφραγίς, ἄρουραι γ δ η ἀνὰ πυροῦ ς β 𐅵ἐπιδεχθεῖσαι τῷ ιε ἔτει ὑπὸ Ἀμμων Ἀνουβ· λβ ἔτους ἕως β ἔτους ὡρίσθη χωρίου δημοσίου ἀνὰ πυροῦ ς α, γ ἔτους ἀβρόχου, δ ἔτους τῶν προτελουμένων· γείτονες Βορρᾶ βασιλικὴ γῆ, Νότου ἰδιωτικὸν χῶμα καὶ βασιλικὴ γῆ, Ἀπηλιώτου κοιλὰς ἐν ἐπιδοχῇ, Λιβὸς χωρίον δημόσιον· ἐπεσκέφθη χωρίου δημοσίου ἀνὰ πυροῦ ς α. ἄλλη κοίτη, ὁμοίως ἀρούρης δ η ιϛ ἀνὰ δραχμὰς θ καὶ ἀρούρης 𐅵ἀνὰ πυροῦ ς α η, ὀκταδραχμίας χαλκοῦς γ, ἐν ᾧ ἀκανθών, ἐπιδεχθεῖσα τῷ ια ἔτει ἕως ιδ ἔτους ὑπὸ Σαραπίωνος αμαλ μετʼ ἐπιθέματος τῶν ὅλων ὀκταδραχμίας χαλκοῦς γ· λβ ἔτους ἕως β ἔτους ὡρίσθη ἀνὰ πυροῦ ς α η ὀκταδραχμίας χαλκοῦς γ μετʼ ἐπιθέματος, γ ἔτους ἀβρόχου, δ ἔτους τῶν προτελουμένων· γείτονες Βορρᾶ ἡ ἑξῆς σφραγίς, Νότου, Λιβός, Ἀπηλιώτου ψιλοὶ τόποι· ἐπεσκέφθη ἀνὰ πυροῦ ς α η, ὀκταδραχμίας χαλκοῦς γ μετʼ ἐπιθέματος. ἄλλη κοίτη, ἀνὰ δραχμὰς θ ἀρούρης δ η ιϛ, ἐν ᾗ ἐδηλώθη εἶναι ἀκανθών, ἐπιδεχθεῖσα ὑπὸ τοῦ αὐτοῦ αμαλ ἀνὰ πυροῦ ς χοίνικας β μετʼ ἐπιθέματος τῶν ὅλων ια ἔτει ἕως ιδ ἔτους Σαραπίωνος Σαραπίωνος· ὡρίσθη λβ ἔτους ἕως β ἔτους ἀνὰ πυροῦ ς χοίνικας γ, γ ἔτους ἀβρόχου, δ ἔτους τῶν προτελουμένων· γείτονες Βορρᾶ βασιλικὴ γῆ καὶ ἡ ἑξῆς σφραγίς, Νότου καὶ Λιβὸς χῶμα, Ἀπηλιώτου βασιλικὴ γῆ· ἐπεσκέφθη ἀνὰ πυροῦ ς χοίνικας γ. ἄλλη κοίτη, ἄρουρα α ἐπιδεχθεῖσα ὑπὸ τοῦ αὐτοῦ ἀνὰ ὀκταδραχμίας χαλκοῦς γ, ἐν ᾗ συκάμινος α ὡς διὰ γραφῆς φυτῶν, μετʼ ἐπιθέματος τῶν ὅλων τῷ ια ἔτει ἕως ιδ ἔτους ἐπιδεχθεῖσα ὑπὸ Σαραπίωνος Σαραπίωνος· λβ ἔτους ἕως β ἔτους ὡρίσθη ἀνὰ ὀκταδραχμίας α, γ ἔτους ἀβρόχου, δ ἔτους τῶν προτελουμένων· γείτονες Βορρᾶ δημόσιον χῶμα, ἐν ᾧ λιθουργεῖον, Νότου βασιλικὴ γῆ, Ἀπηλιώτου Μενχέως· ἐπεσκέφθη ἀνὰ ὀκταδραχμίας α.