Ancient Greek
P.Phil. 1
Documentary Papyri, P.Phil. 1
Not analysed yet
…Ἀρτεμιδώρῳ στρατηγῷ Ὀνουφείτου …ἀναφόριον δοθέν μοι ὑπὸ Δωσᾶ Στεφάνου καὶ τῶν σὺν αὐτῷ χειροτεχνῶν ὑποτάξας σεσημείωμαι μέν· θαυμάζω δὲ πῶς ὁρισθέντος τοῦ πράγματος καὶ ὑπὸ Μαξίμου τοῦ κρατίστου καὶ ὑπʼ ἐμοῦ ἔτι ἐπηρεάζεται. τὸ γὰρ γεγραφέναι εἰς ὃ ἐπεζήτησεν ὑπολείπεσθαι, εἴ τινες εὔποροι ὄντες θέλουσιν ὑποστέλλειν τῇ ἐργασίᾳ τούτοις μὴ προχωρεῖν δῆλον ὡς ἐπὶ τῶν πλείονα πόρον ἔχόντων ἔταξα. Μαξίμου γὰρ ἀπὸ ταλάντου καλοῦντος εἰς γεωργίαν τοὺς ἰδιωτικὴν γῆν κεκτημένους, ἀπολύοντος δὲ σὺν τοῖς ἄλλοις τοὺς γερδίους, δῆλον ὡς οὐκ ἐάν τις γέρδιος τάλαντον ἦν κεκτημένος εἰς λειτουργίαν ἀχθήσεται ἀπενάντιον τῇ Μαξίμου κρίσει, ἀλλὰ εἴ τις ἔτι πλείονα πόρον κεκτημένος ὑποφεύγει σκέπῃ τῆς ἐργασίας, δοκεῖ μοι ἐξαρκεῖν τὸ τίμημα με…υειν ταλαντ…ν. ἔτους ιβ Τραιανοῦ, Θώθ ια κεφάλαιον ἐκ διατάγματος Γαίου Οὐϊβίου Μαξίμου ἐπάρχου Αἰγύπτου. καὶ ἐκ τούτων δὲ τῶν ὑπογεγραμμένων εἰδῶν λειτουργήσουσιν οἱ ἰδιωτικὴν γῆν κεκτημένοι πλὴν ἢ μείζονα ταλάντου πόρον ἔχοντες, ὅπερ οὐκ ἐκ τῆς μὴ δημοσίας ἀπογραφῆς ἀλλʼ ἐκ τῆς ἀληθοῦς αὐτῶν ὑποστάσεως ἐξετασθῇ …οἱ μέντοι ἱερεῖς ἀχθήσονται μόνον ἐὰν ἰδιωτικὴν γῆν γεωργῶσι. εἰσὶ δὲ οἱ ἀπολυόμενοι δημοσίων …ἱερεῖς λογίμων ἱερῶν οι τ…αδ… μοι κτηνοτρόφοι οι τη… ὑπερετεῖς ἐπισινεῖς ἐπικριθέντες …ἰατροὶ α…εις αυ…αι φυλα… πῶλαι …αμεῖς ἐλαιουργοὶ …γναφεῖς …τέκτονες …χρυσοχόοι καὶ εἴ τινες ὀνομασ… …ετο χειρωνάξιον …ἔτους …τ… …ως διατεταχότι αὐτοῖς ἐπʼ ἔτους πρώτως η ἀρούρας βασιλικῆς γῆς καὶ οὐσιακῆς καὶ ἀγιωχέναι ἐξ αὐτῶν πρεσβύτερον· ἀπολελύσθαι γὰρ τοὺς γερδίους πάσης λειτουργίας, καὶ ἔχειν ὑπομνηματισμοὺς καθʼ οὓς κατεκρίθησαν οἱ ἀπὸ τῆς αὐτῆς κώμης γεωργοὶ θε…νεισφέρειν αὐτοὺς εἰς τὸ τέλεσμα ἧς σπείρουσι βασιλικῆς γῆς· καὶ ἀναγνωσθέντων ὑπομνηματισμῶν Ἐράσου καὶ Ἔρωτος στρατηγῶν καὶ Ἰουλίου Ἀθηνοδώρου ὑπομνηματογράφου, καὶ τοῦ Ἀμούνεως εἰπόντος ἐξασθενησάντων τινῶν ἐν τῇ κώμῃ ἓξ ἀρούρας βασιλικῆς γῆς τοῖς εὐπόροις τῶν γερδίων διατετάχθαι, καὶ αὐτοῦ ταύτην ἐπικλάσαντος ἄλλου οἰκοδεσπότου τινὸς τῷ ἑαυτοῦ κινδύνῳ, ὁμολογεῖν δὲ ὅτι πρώτως ἐξ αὐτῶν πρεσβύτερος ἐγένετο τῆς κώμης, Ἰούλιος Θέων γενόμενος ὑπομνηματογράφος ἀπεφήνατο κατὰ λέξιν οὕτως· τὰ μὲν γενόμενα ἐν τοῖς δυσχερέσι καιροῖς συνγνώμην ἔχει τὴν ἀνάγκην, ὁ δὲ κωμογραμματεὺς νῦν ἀρξάμενος γερδίοις ἐπιμερίζειν δημοσίας γῆς παρὰ τὰ ὑπὸ αὐτῶν κεκριμένα αὐτὸς ταύτης ἀντιλήψεται ἀπὸ τοῦ ἑξῆς ἔτους ἢ ἑτέροις μεταδιατάξει τῷ ἑαυτοῦ κινδύνῳ· καὶ ἀνθʼ οὗ δὲ ἦγεν ἐξ αὐτῶν πρεσβυτέρου ἄλλον καταστήσει, ἐπεὶ καὶ αὐτὸς ὡμολόγησε νῦν τοῦτο πρώτως κεκαινικέναι. Ἁτέριος Νέπως Φλαουίωι Ἀκιλιανῶι στρατηγῶι Ἀρσινοείτου Θεμίστου μερίδος χαίρειν. …πολλων…ης ας ωφει…μπων ον… …ηρον…ων…π…τον… …λο…κλ… …νον… …εν… εφ…α… αὐτὸν ἱστωνάρχας …γὰρ οντ… κατ… …θαι εἰς διαφο… πιανος ἐξετάσει βας… …ος …εἰ ταῖς ἀληθείαις …ιστ… αρ… και …κατ… ουν κε… σιμει…