Ancient Greek
P.Phil. 10
Documentary Papyri, P.Phil. 10dupl
Not analysed yet
Δίωνι στρατηγῷ Ἀρσινοείτου Ἡρακλείδου μερίδος παρὰ γερδίων κώμης Φιλαδελφείας. ἐπεστάλη ἡμῖν ὑπογύως ἐκ τοῦ δημοσίου ἀργυρίον ὅπως ἱματισμὸν δημόσιον κατασκευάσωμεν καὶ διʼ εὐχῆς εἶχομεν οἱ ὄντες ἀπὸ τῆς ἐργασίας ἄνδρες εἰς ὀλιγοὺς κατηντηκότες ἀπαρτίσαι τὸ κεκελευσμένον. ἐπεὶ δὲ καὶ ἐκ τούτων τέσσαρες ἐδόθησαν εἰς ἐπίπλουν καὶ οὗτοι ἕνεκα τῆς χρείας ἀφῃρέθησαν ἀφʼ ἡμῶν καὶ εἰς Ἀλεξάνδρειαν ἐπορεύθησαν καὶ ἔτι μᾶλλον ὀλιγώτεροι ἐγενόμεθα, ἀναγκαίως ἐπὶ σὲ κατεφύγομεν καὶ ἀξιοῦμεν, ἐάν σοι δόξῃ ἐπιτρέψαι ἐαθῆναι ἡμᾶς τοὺς ἔτι ὑπολειπομένους ἀπὸ τῆς τέχνης ἀπερισπάστους ἀπὸ ἄλλων χρειῶν, ὅπως τὸν ἐκδεδομένον ἱματισμὸν ἀπαρτίσωμεν καὶ παραδῶμεν, καὶ μάλιστα ὅτι ἐπίκειται ἡμῖν ἑτέρου δημοσίου ἱματισμοῦ ἔκδοσις ἣν πάλιν ἡμᾶς ἀπαρτίσαι δεήσει, ἵνʼ ὦμεν πεφιλανθρωπημένοι. ἦμεν δὲ τὸν ἀριθμὸν ἄνδρες ιβ ἐξ ὧν οἱ δ ἀπεσπάσθησαν ὡς λοιποὺς εἶναι ἡμᾶς ἄνδρας ὀκτώ . ἔτους γ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς, μηνὸς Ἁδριανοῦ κ.