Ancient Greek
P.Phil. 14
Documentary Papyri, P.Phil. 14
Not analysed yet
Μάρκῳ Ἰουλίῳ Κασιανῷ Ἀντινοεῖ παρὰ Πουπλίου Λουκρητίου Ἀντωνείνου καὶ Κασίου ἀπάτορος. βουλόμεθα μισθώσασθαι παρὰ σοῦ τὰς ὑπαρχούσας σοι περὶ κώμην Φιλαδέλφειαν σιτικὰς ἀρούρας δέκα πέντε κοινῶς καὶ ἀδιαιρέτως αλ…ει…ντα εἰς ετ…ες… ἀπὸ τοῦ ἐνεστῶτος ἐννέα καὶ δεκάτου εἰς τὰ ἑξῆς ἔτη Ἀντωνείνου Καίσαρος τοῦ κυρίου σπόρους τέσσαρας ,ἐκφορίου σὺν οἷς λημψόμεθα κατʼ ἔτος σπερμάτων πυροῦ ἀρτάβαις δέκα πέντε τὸν μὲν πρῶτον ἐνιαυτὸν ἀρταβῶν ἑκατὸν εἴκοσι πέντε ,τὰ δὲ ἑξῆς ἔτη σὺν σπέρμασι ἀρταβῶν ἑκατὸν τριάκοντα πέντε κατʼ ἔτος, μέτρῳ τετάρτῳ σοῦ παραλημπτικῷ, ἀνυπολόγων καὶ ἀκινδύνων, ἁπάντων τῶν εἰδῶν καὶ φορέτρων δημοσίων καὶ ἄλλων ὄντων πρὸς ἡμᾶς τοὺς μεμισθωμένους· καὶ μετὰ τὸν χρόνον παραδώσομεν τέσσαρας ἀρούρας ἀπὸ ἀναπαύματος χόρτου, τὰς δὲ λοιπὰς ἀπὸ καλάμης. Ἰούλιος Κασιανὸς μεμίσθωκα τῇ ἀλληλενγύῃ τὰς προκειμένας ἀρούρας δέκα πέντε ὡς πρόκειται. ἔτους ιθ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς …Ἀθύρ …