Ancient Greek
P.Phil. 16
Documentary Papyri, P.Phil. 16
Not analysed yet
Βουκόλος Γαίου στρατιώτης σπείρης πρώτης Φλαουίας Κιλίκων ἑκατοντάρχου Πτολεμαίου Κασίῳ γεωργῷ μοῦ χαίρειν. καλῶς ποιήσεις, ἄδελφε, ἀποδοὺς Ἀφροδισίῳ οὐετρανῷ ἃς ὀφείλω αὐτῷ ἀπὸ χειρὸς ἀργυρίου δραχμὰς τεσσαράκοντα τέσσαρας ἃς καὶ παραδέξομαι ἐκ τῶν ἐκφορίων μοῦ. μὴ οὖν ἄλλως ποιήσεις, ἄδελφε, μὴ ε…ι…αραλεσομεν τῷ ἀνθρώπῳ. ἡ δὲ ἐπιτροπικὴ αὕτη κυρία ἔστω καὶ ἐν τω…α…παντευ καὶ πάντων ἐπιφερόντων ὡς ἐν δημοσίῳ κατακεχωρισμένη ἔτους κδ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς, Μεχεὶρ …Βουκόλος Γαίου ὁ προγεγραμμένος απο …ἐπιτροπικὴ Βουκόλου …