Ancient Greek
P.Phil. 32
Documentary Papyri, P.Phil. 32
Not analysed yet
Λογγίνωι. καθώς μοι ἐνέτειλας περὶ τοῦ κυρωθῆναι τὸν ὑπόλογον καθʼ ἑκάστην ἡμέραν συμβάλλω τῷ τὴν τάξιν γράφοντι καὶ νῦν ὑπέσχετο ἀπαρτίσαι, αὐτοῦ λαμβάνοντος δραχμὰς εἴκοσι καὶ τῷ βοηθῷ αὐτοῦ δραχμὰς ὀκτώ . εὐθέως οὖν ἄνελθε ἢ πέμψον τὰς εἴκοσι ὀκτὼ δραχμάς. ἐὰν οὖν ἀμελήσῃς καὶ μὴ πέμψῃς, σεαυτῷ μέλλεις ἁμαρτεῖν. ἔρρωσο.