Ancient Greek
P.Phil. 35
Documentary Papyri, P.Phil. 35
Not analysed yet
Λονγεῖνος Ὁστιλλίῳ τῷ ἀδελφῷ χαίρειν. πρὸ τῶν ὅλων εὔχομαι ὑμᾶς ὑγιαίνειν μετὰ καὶ τῶν ἀβασκάντων μου παιδίων. θαυμάζω πῶς ὀρθοποδουτες καὶ πέμψαντός μου καὶ ἐπιστόλιν διὰ Οὐαλεριανοῦ τοῦ Νεστοποικίτου, ἀνθρώπου ἀσφαλοῦς, οὐ πιστεύω ὅτι οὐ παρεκόμισε ὑμῖν τὸ ἐπιστόλιν ἐμοῦ καταδιώξαντος ἄχρι τοῦ Ἑλικῶνος, καὶ διὰ τοῦ τῆς Μαρκίας ἔπεμψα ὑμῖν τὴν λίτραν ἐπὶ τὴν πύλην αὐτὸν εὑρών, λέγει εἰς τὴν πύλην εἰς Φιλαδελφείαν ἐπιτηρεῖν καὶ οὐδὲ ἐπιστόλιν μοι ἐπέμψατε οὐδὲ οὐδεμίαν φάσιν. καλῶς ποιήσετε πέμψαντες περὶ τῆς σωτηρίας ὑμῶν ἧς μείζω οὐκ ἔχω, ἢ ὑμῖν οὐ μέλει περὶ ἐμοῦ· ἐμοὶ δὲ μέλειπερὶ ὑμῶν καίπερ ὑμῶν εἰς τὰ περὶ πόλιν πύκνα ἔξωθεν τῶν πυλῶν, τάχα ὑμῖν ἐνπέσῃ τι κολπιτευόμενον μή πως ἐπηρεία μοι γένηται ἵνα γινώσκητε ποῦ εἰμι καὶ εἰς ποῖον τόπον εἶμι, ἀλλὰ ἅπαξ οὐ μέλει ὑμῖν περὶ ἐμοῦ. καλῶς οὖν ποιήσετε σπεύσαντες τοῦ ἀνελθεῖν πρὸς ἐμὲ ἀπαρτίσαντες ταχύ. θέλω δὲ διά τινος πιστοῦ πέμψαι ὑμῖν τὸν χαλκὸν ὡς προέγραψα ὑμῖν. ἐρρῶσθαι ὑμᾶς ἐπὶ πολλῶν· ἀσπάζομαι κατʼ ὄνομα πάντας καὶ πάσας, πατέρα μου, Διόδωραν …ικαριο…