Ancient Greek
P.Phil. 4
Documentary Papyri, P.Phil. 4
Not analysed yet
ἐξ ἀπολογισμοῦ ἐπιστολῶν ἐπιστρατήγου κβ ἔτους Θεοῦ Ἁδριανοῦ σεβαστοῦ κόλλημα μα περὶ τοῦ πέμψαι ἐπʼ αὐτὸν τοὺς κατηγόρους Κεφαλᾶ κωμογραμματέως κόλλημα μα διὰ μὲν μιᾶς · τοὺς Κεφαλᾶ τοῦ καὶ Μαξίμου κωμογραμματέως κατηγόρους πέμψον ἐπʼ ἐμὲ παραχρῆμα, ἵνα περὶ ὧν ἐπὶ τοῦ κρατίστου ἡγεμόνος Ἀουιδίου Ἡλιοδώρου ὑπέσχοντο ἐλέγξειν ἀποδείξωσιν. πέμψον δὲ σὺν αὐτοῖς καὶ ὧν ἄλλων χρείαν ἔχωσι πρὸς τοὺς ἐλέγχους. ἡκέτωσαν δὲ παραχρῆμα ἵνα με ἔτι ἐν τῷ Ἡρακλεοπολείτῃ καταλάβωσιν καὶ δυνηθῶ, ἐνθάδε ὤν, τὴν ἐξέτασιν ποιήσασθαι· ὅταν δὲ λέγηται αὐτὴ ἡ ὑπόθεσις, παρατύγχανε καὶ σύ. ἐρρῶσθαί σε θέλω. ἔτους κβ Ἀθὺρ ιβ. διὰ δευτέρας. Κεφαλᾶ τοῦ καὶ Μαξίμου κωμογραμματέως Φιλαδελφείας καὶ Κεφαλᾶ συνγενοῦς αὐτοῦ καὶ Σεραπίωνος ἐπικαλουμένου Δείου τούς τε ὄντας κατηγόρους καὶ εἴ τινες ἄλλοι βούλονται κατηγορεῖν, πέμψον παραχρῆμα εἰς ἐμέ. ἐρρῶσθαί σε θέλω. ἔτους κβ Ἀθὺρ ιγ. πρὸς ἃς ἀντέγραψα· ὡς ἐκέλευσας, τοὺς κατηγόρους Κεφαλᾶ τοῦ καὶ Μαξίμου κωμογραμματέως Φιλαδελφείας ἔπεμψα πρὸς σὲ μετὰ καὶ ὧν ἔφασαν χρείαν ἔχειν πρὸς τοὺς ἐλέγχους· προσέγραψα δὲ δημοσίᾳ ἐν τῇ κώμῃ καὶ ἧς ἔγραψας τελευταίας ἐπιστολῆς τὸ ἀντίγραφον, ἵνʼ εἴ τινες ἕτεροι βούλονται κατηγορεῖν ἢ τοῦ αὐτοῦ ἢ καὶ τῶν …διὰ τῆς ἐπιστολῆς …δηλο… παρο…σοσι…υτος δ… επω…ος ετι τ… του …ἔτους …καὶ διετη…η… ρουφον …σου κ… τουκ…φι… πέμψον …παραδου…π… κων…τ…εις ο υπη…ι…ρο… ἔτους ……π… ρουφοι…νε… ἐπι τη …ι…ψα…δια… μαχω…ρα…το…δ… πάντες …ἔτους …