Ancient Greek
P.Phil. 8
Documentary Papyri, P.Phil. 8
Not analysed yet
Ἀλαβανθίδος πρόβατα κβ αἴξ α Οὐεγέτωι τῶι καὶ Σαραπίωνι στρατηγῶι καὶ Ἑρμείνωι βασιλικῷ γραμματεῖ Ἀρσινοείτου τῆς Ἡρακλείδου μερίδος παρὰ Ἡραίδος τῆς Ὥρου τῶν ἀπὸ κώμης Ἀλαβανθίδος μετὰ κυρίου τοῦ συνγενοῦς Ὥρου τοῦ Πεθέως ἀπὸ τῆς αὐτῆς κώμης. ἀφʼ ὧν ἀπεγραψάμην τῶι διεληλυθότι κ ἔτει περὶ τὴν κώμην Ἀλαβανθίδα πρόβατα λβ αἶγα α διεφθάρη τῶι ἐνεστῶτι ἔτει πρόβατα δέκα · τὰ δὲ λοιπὰ πρόβατα εἴκοσι δύο αἶγα ἕνα ἀπογράφομαι εἰς τὸ ἐνεστὸς κα ἔτος Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου ὧν ποιμὴν Ἰσίων ὁ υἱός μου ἃ καὶ μ… …αιρω καὶ ἐπι… ἑτέροις προβ.