Ancient Greek
P.Pintaudi 17
Documentary Papyri, P.Pintaudi 17
Not analysed yet
μαρτυρεῖ Ποσειδωνίωι Ἑρμίας Ἀπολλωνίου, Πέρσης τῆς ἐπιγονῆς, κατέναντι καθημένων καὶ ἐγκαλούντων ἐπὶ τοῦ ἐν ……δικαστηρίου τῶι νῦν κρινομένωι τῶι λεγομένωι Ζωίλωι. παρήμην, ὅτε Ζωίλος ἐνέσεισεν ……τέρων εἰς ἀγορὰν εἰς τὸ Ποσειδωνίου ἐργαστήριον τὸ παρὰ τὸν δρόμον …πρὸ τῆς ἀγο… ἐν τῶι Ποσειδωνι ……ιουσλογου καὶ κατέσπασεν τὸ σκιάδειον καὶ τῆς τραπέζης μέρος τι συνέτριψεν ……κγ οὐχ ἑώρων Ποσειδώνιον πνίγοντα Ζωίλον οὐδὲ κατέβαλεν αὐτὸν οὐδὲ κ… …πτύοντα τῶι Ζωίλωι. ἔτους ις Παῦνι ια Δύστρου ιδ Ἑρμίας Ἀπολλωνίου Πέρσης τῆς ἐπιγονῆς