Ancient Greek
P.Pintaudi 33
Documentary Papyri, P.Pintaudi 33
Not analysed yet
…Αὐρήλιοι Κολλούθου μητρὸς Ταπολλῶτος φυλῆς …ης καὶ Ἡδι… Μελελεῦτος μητρὸς …φυλῆς Ἁδριανῆς ἀμφότεροι ἀπὸ Ἀντινόου πόλεως τῆς λαμπροτάτης ἀλλήλων ἔγγυοι εἰς ἔκτισιν Αὐρηλίῳ Μακαρίῳ …ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογοῦμεν ἔχειν σου ἐν παραθέσει ἀκίνδυνον παντὸς κινδύνου καὶ ἀνυπόλογον παντὸς ὑπολόγου ἀργυρίου Σεβαστῶν νομίσματος ταλάντων μυριάδας πέντε, γίνονται ταλάντων μυριάδες ε, ἅς σοι ἀποκαταστήσομεν ὁπηνίκα ἐὰν αἱρῇ ἄνευ τινὸς ὑπερθέσεως καὶ εὑρεσιλογίας, εἰ δὲ μή, ἐκτίσομέν σοι ἀκολούθως τῷ τῶν παραθηκῶν νόμῳ …