Ancient Greek
P.Pintaudi 40
Documentary Papyri, P.Pintaudi 40
Not analysed yet
Ἀπίων Σαμβᾷ κόμετι καὶ βοηθῷ. παράσχου ἐκ τοῦ ὁμολογηθέντος παρὰ σοῦ πάκτου χορτοπαραλήμπταις …ὑπὲρ χορτικῶν συνηθειῶν αὐτῶν ὀγδόης ἰνδικτίονος τὰ παραταττόμενα ἐν τῷ λογιστηρίῳ ἐκ τοῦ διδομένου παρ’ αὐτῶν λόγου νομισμάτια κϛ δ παρὰ κεράτια ρπγ 𐅵δ, γίνονται νομισμάτια εἴκοσι ἓξ τέταρτον παρὰ κεράτια ἑκατὸν ὀγδοήκοντα τρία ἥμισυ τέταρτον μόνα. ἐγράφη μηνὶ …ἰνδικτίονος ὀγδόης Ἀπίων σεσημείωμαι νομισμάτια εἴκοσι ἓξ τέταρτον παρὰ κεράτια ἑκατὸν ὀγδοήκοντα τρία ἥμισυ τέταρτον μόνα Γ