Ancient Greek
P.Pintaudi 42 [copy]
Documentary Papyri, P.Pintaudi 42
Not analysed yet
Αὐρηλία Εὖς Ἑρμησίωνος μητρὸς Θατρῆτος Ἑρμοπολῖτις ἀναγραφομένη ἐπ’ ἀμφόδου φρουρίου λιβὸς συμπαρόντος μοι τοῦ ἀνδρός μου Αὐρηλίου …Πανεντήριος μητρὸς …ς ἀναγραφομένου ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου Αὐρηλίῳ Θεογνώστῳ τῷ καὶ Μώρῳ Ἑρμαίου τοῦ καὶ Παθώτου ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ ἀπεσχηκέναι παρὰ σοῦ ὑπέρ τε τροφείων καὶ τιμῆς ἐλαίου καὶ ἱματισμοῦ καὶ τῶν ἄλλων συμφωνηθέντων δοθῆναί μοι ὑπὲρ οὗ ἐτρόφευσα καὶ ἐθήλασα υἱοῦ σου Ἑρμαίου μητρὸς Διοσκοροῦτος ἀδελφῆς σου σὺν αἷς τοῦ κεφαλαίου ἔσχον κατὰ μέρος διὰ χειρὸς καὶ νῦν ταῖς λοιπαῖς ὑπὲρ παντὸς χρόνου ἁπλῶς ἀργυρίου δραχμὰς …γίνονται ἀργυρίου δραχμαὶ …,καὶ τὸν ἀπογαλακτισθέντα σου υἱὸν παρέδωκά σοι καὶ οὐδὲν ἐγκαλῶ οὐδὲ ἐγκαλέσω περὶ τῶν τροφείων οὐδὲ περὶ οὐδενὸς ἁπλῶς πράγματος ἐνγράφου ἢ ἀγράφου. κυρία ἡ ἀποχή. περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καὶ καλῶς γενέσθαι ἐπερωτηθεῖσα ὡμολόγησα. ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Εὐσεβοῦς Σεβαστοῦ …Αὐρηλία Εὖς ὡς ἐτῶν …οὐλή …συμπαρόντος μοι τοῦ ἀνδρός μου Αὐρηλίου …ὡς ἐτῶν …,οὐλὴ δακτύλῳ λιχανῷ …χειρός, ἀπέσχον καὶ οὐδὲν ἐγκαλῶ. Αὐρήλιος …ὁ προκείμενος συμπάρειμι αὐτῇ καὶ ἔγραψα ὑπὲρ αὐτῆς γράμματα μὴ εἰδυίας.