Ancient Greek
P.Poethke 2 4_1
Documentary Papyri, P.Poethke 2 4_1
Not analysed yet
ἔτους τεσσαρεσκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ μηνὸς Δαισίου Φαρμοῦθι ἐνάτῃ ἐν Θεαδελφείᾳ τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογοῦσιν Στράτων Ἥρωνος ἀναγραφόμενος ἐπʼ ἀμφόδου Ἀπολλωνίου Παρεμβολῆς ὡς ἐτῶν εἴκοσι ἑπτὰ οὐλὴ ταρσῶι δεξιῶι καὶ Σαβοῦρις Πάπου ἀπὸ τῆς προκειμένης κώμης ὡς ἐτῶν τεσσαράκοντα δύο φακὸς παρὰ μυκτῆρα δεξιὸν οἱ δύο Πέρσαι τῆς ἐπιγονῆς ἀλλήλων ἔγγυοι εἰς ἔκτισιν Ἀθηναρίωι πρεσβυτέρᾳ Ἡρώδου ὡς ἐτῶν πεντήκοντα τριῶν ἀσήμῳ μετὰ κυρίου τοῦ κατὰ πατέρα ἀνεψιοῦ …