Ancient Greek
P.Polit.Jud. 12
Documentary Papyri, P.Polit.Jud. 12
Not analysed yet
τοῖς τὸ λε ἔτος ἄρχουσι παρὰ Νικάνορος τοῦ Τρύφωνος Ἰουδαίου. Ἀνδρομάχου τοῦ Νικάνορος Ἰουδαίου ὀφείλοντός μοι πυροῦ ἀρτάβας ια τὰ ἐκφόρια ἧς ἐμεμίσθωτο γῆς παρὰ τοῦ πατρός μου ἐν τῶι Ἀνδρονίκου κλήρωι ἀρουρῶν γ εἰς τὸ λβ ἔτος καθʼ ἣν ἔθετό μοι ἐπιστολὴν ὅρκου πατρίου καὶ μέχρι τοῦ νῦν οὐκ ἀποδεδωκότος μοι, τοῦ χρόνου τῆς ἀποδόσεως διεληλυθότος καὶ ἔτι πλείονος προσεπιγεγονότος, ἐμοῦ τε πεπραγμένου τὰ ἐκφόρια ἐκ τῶν το…ε…ν…ν…ν τοῦ τʼ ἐγκαλουμένου μηδένα λόγον πεποιημένου ἀλλὰ διαπλανῶντος καὶ τὸ σύνολον εἰς τὰς χεῖρας μὴ ἐρχομένου, νυνὶ δὲ ὀπτανομένου ἐπὶ τοῦ παρʼ ὑμῖν κριτηρίου ἀξιῶ προσκαλεσαμένους αὐτόν …ἔτους λε Παῦνι ιδ Νικάνορος πρὸς Ἀνδρόμαχον