Ancient Greek
P.Polit.Jud. 4
Documentary Papyri, P.Polit.Jud. 4
Not analysed yet
ἔτους λϛ Χοιὰκ ιθ περὶ γάμου. συνετάξαμεν παραγγεῖλαι. τοῖς ἄρχουσι παρὰ Φιλώτου τοῦ Φιλώτου τῶν ἐκ τοῦ πολιτεύματος. ἐν τῶι ἐνεστῶτι ἔτει ἐμνηστευσάμην Νίκαιαν Λυσιμάχου καὶ τοῦ σημαινομένου αὐτῆς πατρὸς ὀμόσαντος δώσειν ἐμοὶ αὐτὴν καὶ τὴν σταθεῖσαν ἐπʼ αὐτῆι φερνήν, ἐφʼ ἧι κἀμοῦ εὐδοκοῦντος οὕτως οὐ μόνον ὁρισμῶν γενομένων κατὰ κοινὸν ἀλλὰ καὶ τῆς κατὰ τὸν νόμον αποκα…ς γενηθείσης καὶ εἰς δεδηλου… ἐπὶ τούτοις ἀπαλλαγέντων ἡμῶν μετʼ οὐ πολὺν χρόνον ὁ Λυσίμαχος συνήρμοκεν ἄνευ λόγου ἑτέρωι ἀνδρὶ τὴν Νίκαιαν πρὶν ἢ λαβεῖν παρʼ ἐμοῦ τὸ εἰθισμένον τοῦ ἀποστασίου βυβλίον. διὸ ἀξιῶ, ἐὰν φαίνηται, συντάξαι γράψαι τοῖς ἐν τῆι κώμηι Ἰουδαίοις παραγγεῖλαι τῶι Λυσιμάχωι ἀπαντᾶν ἐφʼ ὑμᾶς ἵνʼ ἐὰν ἦι οἷα γράφω διαληφθῆι περὶ αὐτοῦ κατὰ τὸν νόμον ἐμοὶ δʼ ἐπαναγκάσαι …ψ…χ …ἔτους λϛ Χοιὰκ ιθ Φιλώτου πρὸς Λυσίμαχον.