Ancient Greek
P.Prag. 1 102
Documentary Papyri, P.Prag. 1 102
Not analysed yet
παρὰ Ἀλυπίου καμήλια ἀπέστειλα ὑπὸ οἶνον εἰς τὴν Διονυσιάδα· ἅπερ γόμωσον τῶν ξύλων τῶν καμηλικῶν τῶν ἀπὸ τῆς περσίας, καὶ εἴ τι ἄλλο ἔχεις καὶ ἀπόστειλον εἰς τὴν πόλιν. ἐρρῶσθαί σʼ εὔχομαι. σεσημείωμαι Ὀλυμπιοδώρῳ τέκτονι ἔτους ιδ Μεσορὴ ιζ