Ancient Greek
P.Prag. 1 106
Documentary Papyri, P.Prag. 1 106
Not analysed yet
παρὰ Ἰσχυρίωνος. ὁ κύριός μου Ἀλύπιος ἐκέλευσεν τοὺς ἀποσταλέντας καμήλους εἰς Φιλωτερίδα ἐπὶ ξύλον παρὰ σοὶ ἀναπαύσασθαι· φρόντισον οὖν αὐτοῖς παρασχεῖν τὴν συνήθη τροφήν. ἐρρῶσθαί σε εὔχομαι. Ἡρωνίνῳ φροντιστῇ Θεαδελφίας ἔτους ζ Θὼθ κζ