Ancient Greek
P.Prag. 1 111
Documentary Papyri, P.Prag. 1 111
Not analysed yet
Σιλβανὸς Ἡρωνείνῳ τῷ φιλτάτῳ χαίρειν. τῷ ἀναδιδόντι σοι ταῦτά μου τὰ γράμματα Ἥρωνι δὸς οἴνου δίχωρον ἓν καὶ ἀνερχόμενος κόμισόν μοι τοῦτο τὸ ἐπιστόλιον ἵνα τὴν τιμὴν μεταβάλωμαι …ση…ιου δὲ τούτου χάριν δέδωκάς μοι τὸ σύμβολον τῶν τοῦ πυροῦ ἀρταβῶν ιε τῆς ἀννώνης ἀλλὰ καλλονὴ ἤτω τὸ οἴνου δίχωρον ἕν . ἐρρῶσθαί σʼ εὔχομαι φίλτατε.