Ancient Greek
P.Prag. 1 113
Documentary Papyri, P.Prag. 1 113
Not analysed yet
Σύρος Ἡρωνείνῳ τῷ φιλτάτῳ χαίρειν. παράδος Παλᾷ φροντιστῇ Φιλωτερίδος εἰς τὰ παρʼ αὐτοῦ ἀναλώματα, ὧν λόγον δώσει, οἴνου μονόχωρα εἴκοσι ,καὶ δέξαι παρʼ αὐτοῦ γράμματα τῆς παραλήμψεως. ἐρρῶσθαί σε εὔχομαι φίλτατε. γ ἔτους Τῦβι ιθ