Ancient Greek
P.Prag. 1 21
Documentary Papyri, P.Prag. 1 21
Not analysed yet
Σοκνοπαίου Νήσου κάμηλος α. Ἀπολλωνίῳ τῷ καὶ Ἰσιδώρῳ στρατηγῷ καὶ Ἑρμοφίλῳ βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Στοτοήτεως τοῦ Ἀγχώφεως ἀπὸ κώμης Σοκνοπαίου Νήσου. ὃν ἀπεγραψάμην τῷ κ ἔτει κάμηλον τέλειον α ἐπὶ τῆς κώμης, καὶ νῦν ἀπογράφομαι πρὸς τὸ ἐνεστὸς κα ἔτος Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἐπὶ τῆς προκειμένης κώμης Σοκνοπαίου Νήσου. διὸ ἐπιδίδωμι. ἀπεγράφη παρὰ στρατηγῷ κάμηλος α Μεχεὶρ δ. ἀπεγράφη παρὰ βασιλικῷ γραμματεῖ κάμηλος α Μεχεὶρ δ ἐξηριθμήθη παρὰ στρατηγῷ συμφώνως. ἐξηριθμήθη παρὰ βασιλικῷ γραμματεῖ συμφώνως.