Ancient Greek
P.Prag. 1 23
Documentary Papyri, P.Prag. 1 23
Not analysed yet
κωμογραμματεῖ κώμης Ἡρακλείας. παρὰ Στοτοήτεως Ἀγχώφεως ἀπὸ κώμης Σοκνοπαίου Νήσου, ἱερέως Σοκνοπαίου θεοῦ μεγάλου μεγάλου. κατὰ τὰ κελευσθέντα ὑπὸ τοῦ λαμπροτάτου ἡγεμόνος Οὐλπίου Πριμιανοῦ ἀπογράφομαι τὰς ὑπαρχούσας μοι περὶ τὴν προκειμένην κώμην Ἡράκλειαν κλήρου κατοικικοῦ ἀρούρας ε δ κοιλάδος ἀπὸ βοθύνου τὰς οὔσας διὰ σωματισμοῦ τῆς Σεγάθιος Ἁρπαγάθου ἠβροχηκυίας πρὸς τὸ ἐνεστὸς γ ἔτος. διὸ ἐπιδίδωμι. Ἥρων κωμογραμματεὺς ἔσχον τούτου τὸ ἴσον ἐπὶ τῷ μεταδῶναι εἰς ἐξέτασιν. ἔτους γ Λουκίου Σεπτιμίου Σεουήρου Περτίνακος Σεβαστοῦ Φαρμοῦθι ιϛ.