Ancient Greek
P.Prag. 1 42
Documentary Papyri, P.Prag. 1 42
Not analysed yet
…ταύτην πεποιήμεθα πρὸς ἑαυτοὺς τὴν ἔγγραφον καὶ ἐνώμοτον ὁμολογίαν τῆς διαιρέσεως τρισσὴν γραφεῖσαν ὁμότυπον πρὸς τὸ παρʼ ἑκατέρῳ μέρει εἶναι μοναχὸν αὐθεντικὸν πρὸς ἀσφάλειαν ἐκ μὲν τοῦ ἑνὸς μέρους Φλάυιος Ζωίλος Κύρου ἑξῆς ὑπογράφων στρατιώτης ἀριθμοῦ τῶν γενναιοτάτων Μαύρων τῶν ἐπὶ τῆς Ἑρμουπολιτῶν καθιδρυμένων ὑπὲρ ἐνάτου μέρους ὁλοκλήρου οἰκίας περιελθὸν εἰς αὐτὸν ἀπὸ μητρῴας κληρονομίας ἀπὸ τοῦ τρίτου καὶ Φοιβάμμων καὶ ὁ αὐτὸς στρατιώτης τοῦ αὐτοῦ ἀριθμοῦ καὶ Κῦρος ὁμογνήσιος ἀδελφὸς καὶ Μεντεσία ἡ τούτων ἀδελφὴ ἐκ πατρὸς Πρόβου καὶ Εὑρέθεια μονάζουσα βραδέως ὑπογράφουσα ἀδελφὴ τῶν προγεγραμμένων Φοιβάμμωνος καὶ Κύρου καὶ Μεντεσίας ἐκ τῶν αὐτῶν γονέων ὑπὲρ ἄλλου ἐνάτου μέρους ἀπὸ τοῦ τρίτου μέρους τῆς αὐτῆς οἰκίας μετὰ συνεστῶτος τῆς προειρημένης Μεντεσίας οὗ ἑκοῦσα ἐμαυτῇ παρήνεγκα τοῦ καὶ βεβαιοῦντος …