Ancient Greek
P.Prag. 1 46
Documentary Papyri, P.Prag. 1 46
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαουίου Ἰουστινιανοῦ τοῦ ἐνδοξοτάτου Μεχεὶρ κα ιε ἰνδικτίονος. τῷ δεῖνι υἱῷ Ἰωάννου εὐλαβεστάτῳ πρεσβυτέρῳ καὶ προεστῶτι τῆς βορρινῆς πέτρας τῆς Ἀντινοέων τόπου ἄπα Σαβίνου παρὰ Παύλου πρεσβυτέρου καὶ Ἁτρῆτος ἀμφοτέρων ὁμογνησίων ἀδελφῶν ἐκ πατρὸς τοῦ δεῖνος μητρὸς Θαησίας κεραμοπλαστῶν ἀπὸ ἐποικίου καλουμένου …όλων κώμης Πέσλα τοῦ Ἑρμουπολίτου νομοῦ. ὁμολογοῦμεν ἐξ ἀλληλεγγύης ἐσχηκέναι καὶ πεπληρῶσθαι παρὰ σοῦ τῆς τελείας καὶ ἀξίας τιμῆς κούφων καλῶν καινῶν πεπισσοκοπημένων ἀπεξηραμμένων τετρακοσίων μεγάλων ἀπὸ ξεστῶν ὀκτὼ ἑκάστου ἀγγείου ξέσται η …ων γίνονται κοῦφα ἀπεξηραμμένα μεγάλα υ καὶ ταῦτα ἑτοίμως ἔχομεν ἐξ ἀλληλεγγύης παρασχεῖν τῇ σῇ εὐλαβείᾳ τῷ Παῦνι μηνὶ τῆς εἰσιούσης πρώτης ἰνδικτίονος ἄνευ πάσης ὑπερθέσεως καὶ ἀντιλογίας καὶ κρίσεως καὶ ὁλκῆς καὶ πάσης ἀφορμῆς παρελθούσης δὲ τῆς προθεσμίας εἰ μὴ ἀποδώσομεν ὅλα τὰ κούφων χρυσίου νομισμάτια ὀκτὼ πάραυτα ὑποκειμένων σοι εἰς τοῦτο τὸ γραμμάτιον ἰδικῶς καὶ γενικῶς πάντων ἡμῶν τῶν ὑπαρχόντων καὶ ὑπαρξόντων καθάπερ ἐκ δίκης. τὸ γραμμάτιον τοῦτο κύριον καὶ βέβαιον καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Παῦλος πρεσβύτερος καὶ Ἁτρῆς ὁμογνήσιοι ἀδελφοὶ οἱ προκείμενοι ἐσχήκαμεν καὶ πεπληρῶμεν τῶν κούφων καινῶν μεγάλων τετρακοσίων καὶ ἀποδώσομεν ἐξ ἀλληλεγγύης ἐν τῇ προθεσμίᾳ ὡς πρόκειται. Χριστόδωρος τοῦ δεῖνος κληρικὸς ἀπὸ Ἀντινόου ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων. Κολλοῦθος Πεκουσίου βοηθὸς ἀπὸ Ἀντινόου μαρτυρῶ τῷ γρμματίῳ, ἀκούσας παρὰ τῶν θεμένων μαρτυρῶ δὲ καὶ τῇ καταβολῇ τοῦ χρυσίου τῆς τιμῆς. Φλάουιος Φῖβις τοῦ δεῖνος …ωος στρατιώτης μαρτυρῶ τῷ γραμματίῳ, ἀκούσας παρὰ τῶν θεμένων μαρτυρῶ τῇ καταβολῇ τοῦ χρυσίου τῆς τιμῆς. ὁ δεῖνα… Κολλούθου ἀπὸ Ἀντινόου μαρτυρῶ τῷ γραμματίῳ, ἀκούσας παρὰ τῶν θεμένων μαρτυρῶ δὲ καὶ τῇ καταβολῇ τοῦ χρυσίου τῆς τιμῆς …διʼ ἐμοῦ …ⲡⲉγραμματεῖον ⲙⲡⲕⲁⲧϣⲟϣⲟⲩ