Ancient Greek
P.Prag. 1 49
Documentary Papyri, P.Prag. 1 49
Not analysed yet
ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν καὶ τῆς δεσποίνης ἡμῶν τῆς ἁγίας θεοτόκου καὶ πάντων τῶν ἁγίων Θὼθ κδ β ἰνδικτίονος ἐν Ἀρσινόῃ. Αὐρήλιοι Ἰωάννης γραμματεὺς τοῦ μακαρίου Ζαχαρίου ἀπὸ τῆς Ἀρσινοιτῶν πόλεως ἀπὸ ἀμφόδου Βιθυνῶν Ἰσίωνος ἑξῆς ὑπογράφων ἰδίᾳ χειρὶ καὶ Παῦλος υἱὸς Πέτρου καὶ Πεκύσιος υἱὸς Ἀπολλῶ ἀπὸ ἐποικίου Θαμβατόρις τοῦ Ἀρσινοίτου νομοῦ χαίρειν. ὁμολογοῦμεν δικάσασθαι πρὸς ἀλλήλους ἐπὶ Αὐρηλίους Αϊουκ καὶ Φερμα ὁμογνησίους ἀδελφοὺς ἀπὸ ἐποικίου Βήλου ἐπὶ ὁριστοῦ τοῦ αὐτοῦ νομοῦ καὶ στέργειν ἡμᾶς καὶ ἐμμεῖναι τῇ διδομένῃ ἡμῖν παρʼ αὐτῶν δίκῃ. εἰ δέ τις ἐξ ἡμῶν μὴ στέρξῃ τῇ κρίσει αὐτῶν ἐνέχεσθαι τὸν μὴ στέργοντα διδόναι τῷ ἐνδόξῳ πραιτωρίῳ λόγῳ προστίμου χρυσίου νομισμάτια τρία ὀβρυζιακά, γίνεται χρυσίου νομισμάτια γ ὀβρυζιακά. κύριον τὸ κομπρόμισσον καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν Ἰωάννης στοιχεῖ μοι ὡς πρόκειται Αὐρήλιοι Παῦλος υἱὸς Πέτρου καὶ Πεκύσιος υἱὸς Ἀπολλῶ οἱ προγεγραμμένοι στοιχεῖ τόδε τὸ κομπρόμισσον ὡς πρόκειται δι εμυ ηλια …κομπρόμισσον γενόμενον μεταξὺ Ἰωάννου γραμματέως καὶ Παύλου καὶ Πεκυσίου