Ancient Greek
P.Prag. 1 55
Documentary Papyri, P.Prag. 1 55
Not analysed yet
ἔτους δ Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Σεβαστοῦ Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παῦνι α. Μέλας Πάπου καὶ Ἰσίδωρος Ζωσίμου καὶ μέτοχοι σιτολόγοι κώμης Ἡρακλείας μεμετρήμεθα ἀπὸ γενήματος τοῦ αὐτοῦ ἔτους μέτρῳ δημοσίῳ ξυστῷ ἔπαιτον εἰς Σεγάθην Ἁρπαγάθου διὰ Στοτοήτεως κατοίκων πυροῦ ἀρτάβας ἑπτά, γίνονται πυροῦ ἀρτάβαι ζ. Μέλας Πάπου μεμέτρημαι τὰς τοῦ πυροῦ ἀρτάβας ἑπτά, γίνονται ζ.