Ancient Greek
P.Prag. 1 65
Documentary Papyri, P.Prag. 1 65
Not analysed yet
ἔσχον καὶ ἐπληρώθην ἐγὼ ἄπα Ἠοῦς γραμματεὺς υἱὸς τοῦ μακαρίου Παπνουθίου ἑξῆς ὑπογράφων ἰδίᾳ χειρὶ παρὰ σοῦ ἀββᾶ Σερήνου τοῦ θεοσεβεστάτουπρεσβυτέρου καὶ ἀρχιμανδρίτου τῆς δεσποίνης ἡμῶν τῆς θεοτόκου καὶ ἀειπαρθένου Μαρίας τὸ δημόσιον τῶν διαφερόντων ὑμῖν γῃδίων τε καὶ χωρίων ὄντων ἐν πεδίῳ κώμης Σεβεννήτων ὑπὲρ τοῦ κωμοκατοίκων, λέγω δὴ καὶ ὑπὲρ καρπῶν ἑβδόμης ἰνδικτίονος χρυσοῦ κεράτια δύο τέταρτον χρυσοῦ κεράτια β δ. ἐγράφη μηνὶ Παχὼν κ τῆς αὐτῆς ἑβδόμης ἰνδικτίονος. ἐγὼ ἄπα Ἠοῦς υἱὸς Παπνουθίου στοιχεῖ μοι ὡς πρόκειται καὶ ὑπογράψας χειρὶ ἐμῇ ἀπέλυσα