Ancient Greek
P.Prag. 1 87
Documentary Papyri, P.Prag. 1 87
Not analysed yet
γνῶσις βιβλίων πεμφθέντων τῷ ἀδελφῷ μου· οὕτως τὸ Χρονογραφεῖον τὸ τοῦ Θεοδόδου ἐπισκόπου τὸ τοῦ Ἄβα Βασιλείου ἐπισκόπου τὸ τοῦ Διδύμου εἰς τοὺς Ψαλμούς τὸ τοῦ Γρηγορίου Ναζιάνζου τῆς γνώσεως εισ…γοντων τῆς ἁγίας ἀναστάσεως τὸ τῶν γερόντων . τὸ δὲ ψαλτήριον καὶ τὸ τοῦ Δανιὴλ ἔασα ἐγγύς μου ἀλλὰ ἐὰν κελεύῃς καὶ ἐκεῖνα πέμπω αὐτῇ. τὸ δὲ μεγαλεῖον πρὸς τὸ παρὸν οὐκ ηὗρον ἀλλὰ εὑρίσκων αὐτὸ καὶ πέμπω αὐτῇ .