Ancient Greek
P.Prag. 2 131
Documentary Papyri, P.Prag. 2 131
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαουίων Ἀετίου καὶ Στουδίου τῶν λαμπροτάτων Θὼθ κγ τῆς θ ἰνδικτίωνος. Αὐρήλιος Καμεὶ υἱὸς Ἀβρααμίου ἀπὸ κώμης Ψινθεὼ τοῦ Θεοδοσιουπολίτου νομοῦ Φλαουίῳ Πτεμεῖ πολιτευομένῳ. ἐγγυῶμαικαὶ ἀναδέχομαι …ση…οτου ἀπὸ τῆς κώμης Ψινθεὼ ὥστε αὐτὸν πληρῶσαι εἰσβολὴν τῆς Ἀρσινοειτῶν πόλεως εἰς τὴν πλήρωσιν δισχιλίων ἑξήκοντα ἑπτὰ ἀρταβῶν. εἰ δέ τι λείψει ὑπεύθυνός εἰμι τοῦ λοιπαζομένου μέτρου ἐκ τῶν Βξζ ἀρταβῶν ἤγουν τοῦτον παραδώσω ἐν δημοσίῳ τόπῳ τῆσδε τῆς πόλεως μηνὶ Θὼθ κδ τῆς θ ἰνδικτίωνος ἀνυπερθέτως. Αὐρήλιος Νιλάμμων Ἐλίου μεσίτης μαρτυρῶ τῇ ἐγγύῃ. Αὐρήλιος Μελίτιος Π…ος Μαρίνου μεσίτης μαρτυρῶ τῇ ἐγγύῃ. διʼ ἐμοῦ φιβάμμωνος …