Ancient Greek
P.Prag. 2 145
Documentary Papyri, P.Prag. 2 145
Not analysed yet
Ἡρακλείδῃ ἐγλήμπτορι ἐπιστατείας καὶ δεκάτης ἀγορᾶς Ἀλεξάνδρου Νήσου. πέπρακεν Εἰρηναῖος Ἡρωνᾶ ἀπὸ κώμης Εὐημερίας ὡς ἐτῶν λθ οὐλὴ γόνατι δεξιῷ Στοτοήτει Ἀγχώπεως ιππ ει… κάμηλον θήλειαν τιμῆς ἀργυρίου δραχμὰς διακοσίας τεσσαράκοντα, γίνονται δραχμαὶ σμ. ἔτους κγ Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνείνου Σεβαστοῦ Φαμενὼθ κθ. ἔτους κγ Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνείνου Φαμενὼθ λ. διέγραψαν Σαταβοῦς Δαίμονος καὶ Με…ς Νεοκαδίῳ πράκτορι ἀργυρικῶν μητροπόλεως ὑπὲρ τέλους …διὰ Παβοοῦτος διακοσίας δραχμάς, γίνονται δραχμαὶ σ.