Ancient Greek
P.Prag. 2 193
Documentary Papyri, P.Prag. 2 193
Not analysed yet
παρὰ καθὼς ἐμισθώσω μοι τὸ ὕδωρ τοῦ ὑπὸ σὲ γεωργίου κατὰ τὸ ἥμισυ, θέλησον, εἴπερ βούλει, ἐκμισθῶσαι αὐτὸ Καναίῳ τῷ ἁλιεῖ· τοῦτο γάρ μοι προσέταξεν γράψαι σοι ὁ δεσπότης μου ὁ γεοῦχος, ἀλλὰ μὴ ἐθελήσῃς τοῦτο ἄλλῳ παρασχεῖν καὶ εὑρεθῇς ὑπὸ μέμψιν. προκρίνω γὰρ τοῦτον ἄλλων πολλῶν διὰ τὸ αὐτὸν διαφέρειν τῷ δεσπότῃ μου Ἰωάννῃ τῷ σκρινιαρίῳ. τὴν δὲ μίσθωσιν δέξαι παρʼ αὐτοῦ μισθουμένου σοι τὸ μέρος ἐπειδὴ καὶ τοῦ ἄλλου μέρους μίσθωσιν ἔθετο τῷ προλεχθέντι θαυμασιωτάτῳ σκρινιαρίῳ. μίσθωσις ἄπα Κανᾶ περὶ τοῦ ὑδατος