Ancient Greek
P.Prag. 2 196
Documentary Papyri, P.Prag. 2 196
Not analysed yet
Τιμόθεος Ἀοτᾷ γραμματηφόρῳ. ἐπειδὴ Ἀλάμμων δι’ ὄχλου μοι γεγένηται τῶν τριῶν νομισματίων, ὧν ποτε ἐποίησα αὐτὸν παρασχεῖν σοι, ὅθεν ἀπεστάλη σύμμαχος καταναγκάζων σε πανταχόθεν ταῦτα αὐτὰ παρασχεῖν ἢ ἐντολὰς ἔσχεν ἀγαγεῖν σὲ πρός με· εἰ καὶ σοὶ ἔχει ἀγωγὰς πρὸς ἕτερόν τινα τοῦτον κόλλησον τῷ συμμάχῳ ὅπως ἀγάγῃ αὐτὸν πρός με. ἐρρῶσθαί σε εὔχομαι. …