Ancient Greek
P.Prag. 2 202
Documentary Papyri, P.Prag. 2 202
Not analysed yet
παρὰ Ὀφελλίου· δύο τετραονίας ἐκ τῶν παρὰ σοὶ κτηνῶν ἀπόστειλον εἰς Ταλεί, μεθʼ ὧν ἔχεις κοφίνων, αὔριον, ἥτις ἐστὶν ἐπαγομένων δευτέρα, ἐπεὶ τῇ ἑξῆς ἡμερᾳ ἐκεῖ τρυγῶσι. ἐχέτωσαν δὲ καὶ τὰς οἰνηγὰς σαργάνας καὶ τὰς σιτικάς, καὶ ἐντολὰς λαβέτωσαν οἱ ὀνηλάται ἐπανερχόμενοι κομίσαι σοι τοὺς κοφίνους. ἐρρῶσθαί σε εὔχομαι. Ἡρωνίνῳ φροντιστῇ Θεαδελφίας δ ἔτους Μεσορὴ ἐπαγομένων α