Ancient Greek
P.Prag. 2 204
Documentary Papyri, P.Prag. 2 204
Not analysed yet
…Σύρος Ἡρωνείνῳ τῷ φιλτάτῳ χαίρειν. ἔπεμψά σοι βουρδῶνας δύο ἵνα τύχωσιν τῆς συνήθους ἐπιμελείας· τοῦτο οὖν γενέσθω. οἴνου μονόχωρον ἓν δὸς Πτολεμαίῳ βαδιστηλάτῃ, τῆς τιμῆς αὐτοῦ ἐνλογουμένης αὐτῷ ὑπὲρ ὀψωνίου ἐπὶ τῆς πόλεως ὑπὸ τὰ τοῦ ἑκατοντάρχου· καὶ λογογράφησον διὰ τῶν λόγων σου. ἐρρῶσθαί σε εὔχομαι, φίλτατε. γ ἔτους Φαρμοῦθι κβ