Ancient Greek
P.Prag. 3 217
Documentary Papyri, P.Prag. 3 217
Not analysed yet
Αὐρηλίῳ Ψάειτι καὶ Αὐρηλίῳ Μουθίῳ κληρονόμοις …αριώνος ἀποβιώσαντος παρὰ Αὐρηλίων Παν…ορι…ου Τιθιόειτος καὶ Παωμίου Μουσῆ τῶν ἀμφοτέρων οἰκούντων ἐνταῦθα ἐν Ἀρσινοίτῃ. βουλόμεθα μισθώσασθαι παρὰ ὑμῶν ἐξ ἀλληλεγγύης τὸ ὕπαρχον ὑμῖν ἀμπελικὸν χωρίον περὶ κώμην Μέμφιν ἐν τόπῳ Πέρα καλουμένῳ, ἀμπελῶνος ἀναδενδραδικοῦ ἄρουραν μίαν ἥμισυ τέταρτον, γείτονες ἀπηλίωτου καὶ λιβὸς Ἀχανίας ψιλοῦ τόπου ἀρούρας …ἢ ὅσας ἐὰν ὦσιν, πρὸς μόνην τὴν δεκάτην ἰνδικτίονα, τοῦ μὲν ἀμπελουργοῦ ἐπὶ διμοίρῳ τρίτου μέρους …