Ancient Greek
P.Prag. 3 224
Documentary Papyri, P.Prag. 3 224
Not analysed yet
Ἀντώνιος Σαραπάμων στρατηγὸς Ἀρσινοίτου Αὐρηλίῳ Διδάρῳ ἀρχιερατεύσαντι γεουχοῦντι ἐν Τεβέτνυ χαίρειν· ὁ ἔναρχος πρύτανις Α…τος διʼ ὧν μοι ἐπέστειλεν ἐδήλωσεν ᾑρῆσθαί σε εἰς τὸ ὑποδέξασθαι ἐργάτας καὶ τέκτονας καὶ οἰκοδόμους καὶ νωτοφόρα ἅμα τῷ προεπισταλέντι Ἀκυλάῳ Χαιρήμονος βουλευτῇ καὶ ἀποκομίσαι εἰς τὴν λαμπροτάτην Ἀλεξάνδρειαν εἰς τὰ ἐκεῖ δημόσια ἔργα κατὰ κέλευσιν τοῦ κυρίου μου διασημοτάτου ἐπάρχου τῆς Αἰγύπτου Ἰουλίου Ἰουλιανοῦ. ἵνʼ οὖν εἰδῇς ἐπέστειλά σοι. ἐρρῶσθαί σε εὔχομαι. ὑπατείας Ῥουφίου Οὐολουσιανοῦ καὶ Πετρωνίου Ἀννιανοῦ τῶν λαμπροτάτων Φαμενὼθ δ.