Ancient Greek
P.Prag. Varcl 1 2
Documentary Papyri, P.Prag. Varcl 1 2
Not analysed yet
Νίννος Ἡρωνίνῳ τῷ φιλτάτῳ χαίρειν. ἐὰν παύσηται τὰ καμήλια τὰ μεταφέροντα παρὰ σοὶ κάλαμον, γεμισάτω ξύλα ἐργάσιμα ἀπὸ τῆς Ταυρείνου καὶ οὕτως ἀνερχέσθω. τὴν δὲ μηχανὴν τῆς Μοιθύμεως πάντως ἐπείξατε ἀπαλλαγῆναι, ἐπεὶ χρεία αὐτῆς ἐστιν. ἐρρῶσθαί σε εὔχομαι, φίλτατε. β ἔτους Φαῶφι ε. Ἡρωνίνῳ …