Ancient Greek
P.Prag. Varcl 1 5
Documentary Papyri, P.Prag. Varcl 1 5
Not analysed yet
Ἡρωνίνῳ φροντιστῇ Θεαδελφίας. παρὰ Ἀπιανοῦ, ὁ ἀδελφός μου Ὀφέλλιος μετέδωκέν μοι ὡς τῶν ἀνθρώπων αὐτῶν ἀνελθόντων σὺν Ἑρμᾷ. χρὴ δὲ καὶ τοὺς ἡμῶν ἀνελθεῖν. ἄνελθε οὖν σὺν αὐτοῖς. ἐπέστειλα γὰρ αὐτὸς καὶ περὶ τῶν ὑπολοίπων, ἵνα ἀνελθῶσιν. οὕτως οὖν γενέσθω καὶ ἤδη. Ἡρωνίνῳ φροντιστῇ. γ ἔτους Τῦβι ιδ.