Ancient Greek
P.Prag. Varcl 1 17
Documentary Papyri, P.Prag. Varcl 2 17
Not analysed yet
Ἀτίων Ἡρωνείνῳ τῷ τιμιωτάτῳ χαίρειν. δύο ξύλα ἰτέινα τῶν ἐν τῷ ἡλιαστηρίῳ τῶν ἀποιήτων εἰς ζυγόταυρα ἀπὸ τῶν κτημάτων σου δὸς Καλοκαίρῳ τῷ καμηλάτῃ χωροῦντα εἰς κατασκευὴν κουρικῶν καὶ σανίδας ἐνίας ἀπὸ τῆς Μύρωνος, ἀλλὰ μὴ ἀμελήσῃς. ἐρρῶσθαί σε εὔχομαι. τιμιώτατε.