Ancient Greek
P.Prag. Varcl 1 22
Documentary Papyri, P.Prag. Varcl 2 22
Not analysed yet
Σαραπᾶς Ἡρωνίνῳ τῷ φιλτάτῳ χαίρειν. Σερηνίων ὁ οἰνοπώλης ὁ ἑν τῷ Ἱερακίῳ ἀπέλυσεν ἐμοὶ ἃ ἔχει παρὰ σοὶ κεχωρισμένα ἀπὸ τῶν διασταλέντων αὐτῷ, ἵνα ἀνενεχθῇ αὐτῷ εἰς τὴν πόλιν. εἰ οὖν δίδῳς αὐτῷ, πέμπω τὰ κτήνη ἐπʼ αὐτά. ἐρρῶσθαί σε εὔχομαι, φίλτατε.